Add parallel Print Page Options

Εἰ γὰρ ὁ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ [a]σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους, καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας, καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας [b]καταστροφῇ κατέκρινεν, ὑπόδειγμα μελλόντων [c]ἀσεβέσιν τεθεικώς, καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐρρύσατο— βλέμματι γὰρ καὶ ἀκοῇ [d]ὁ δίκαιος ἐγκατοικῶν ἐν αὐτοῖς ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν— οἶδεν κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν,

Read full chapter

Footnotes

  1. ΠΕΤΡΟΥ Β΄ 2:4 σειραῖς RP NA] σιροις WH Treg NIV
  2. ΠΕΤΡΟΥ Β΄ 2:6 καταστροφῇ Treg RP NA] – WH NIV
  3. ΠΕΤΡΟΥ Β΄ 2:6 ἀσεβέσιν WH NIV] ἀσεβεῖν Treg RP
  4. ΠΕΤΡΟΥ Β΄ 2:8 Treg NIV RP] – WH